Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.118.2 | Hdt. 1.119.5 (English) | >>Hdt. 1.120.2 |
1.119.3 Ἀστυάγης δέ , ὥς οἱ ἀπίκετο ὁ Ἁρπάγου παῖς , σφάξας αὐτὸν καὶ κατὰ μέλεα διελὼν τὰ μὲν ὤπτησε τὰ δὲ ἥψησε τῶν κρεῶν , εὔτυκα δὲ ποιησάμενος εἶχε ἕτοιμα .
1.119.4 ἐπείτε δὲ τῆς ὥρης γινομένης τοῦ δείπνου παρῆσαν οἵ τε ἄλλοι δαιτυμόνες καὶ ὁ Ἅρπαγος , τοῖσι μὲν ἄλλοισι καὶ αὐτῷ Ἀστυάγεϊ παρετιθέατο τράπεζαι ἐπίπλεαι μηλέων κρεῶν , Ἁρπάγῳ δὲ τοῦ παιδὸς τοῦ ἑωυτοῦ , πλὴν κεφαλῆς τε καὶ ἄκρων χειρῶν τε καὶ ποδῶν , τἄλλα πάντα · ταῦτα δὲ χωρὶς ἔκειτο ἐπὶ κανέῳ κατακεκαλυμμένα ,
1.119.5 ὡς δὲ τῷ Ἁρπάγῳ ἐδόκεε ἅλις ἔχειν τῆς βορῆς , Ἀστυάγης εἴρετό μιν εἰ ἡσθείη τι τῇ θοίνῃ . φαμένου δὲ Ἁρπάγου καὶ κάρτα ἡσθῆναι , παρέφερον τοῖσι προσέκειτο τὴν κεφαλὴν τοῦ παιδὸς κατακεκαλυμμένην καὶ τὰς χεῖρας καὶ τοὺς πόδας , Ἅρπαγον δὲ ἐκέλευον προσστάντες ἀποκαλύπτειν τε καὶ λαβεῖν τὸ βούλεται αὐτῶν .
1.119.6 πειθόμενος δὲ ὁ Ἅρπαγος καὶ ἀποκαλύπτων ὁρᾷ τοῦ παιδὸς τὰ λείμματα , ἰδὼν δὲ οὔτε ἐξεπλάγη ἐντός τε ἑωυτοῦ γίνεται . εἴρετο δὲ αὐτὸν ὁ Ἀστυάγης εἰ γινώσκοι ὅτευ θηρίου κρέα βεβρώκοι .
1.119.7 ὁ δὲ καὶ γινώσκειν ἔφη καὶ ἀρεστὸν εἶναι πᾶν τὸ ἂν βασιλεὺς ἔρδῃ . τούτοισι δὲ ἀμειψάμενος καὶ ἀναλαβὼν τὰ λοιπὰ τῶν κρεῶν ἤιε ἐς τὰ οἰκία , ἐνθεῦτεν δὲ ἔμελλε , ὡς ἐγὼ δοκέω , ἁλίσας θάψειν τὰ πάντα .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.118.2 | Hdt. 1.119.5 (English) | >>Hdt. 1.120.2 |